Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.94 Joseph. AJ 17.98 (English) >>Joseph. AJ 17.102

17.96τόν τε Ἀντίπατρον θαυμάζειν, τίνων ἐλπίδι ἐπαρθεὶς θαρσήσειεν ἐπὶ τοιαῦτα χωρεῖν μὴ ἀποτραπῆναι· διάδοχον μὲν γὰρ ἀποφήνασθαι διὰ γραμμάτων τῆς ἀρχῆς, ζῶντος δὲ ἐπʼ οὐδενὶ μειονεκτεῖν ἀξιώματός τε ἐπιφανείᾳ καὶ δυνάμει ἐξουσίας, πεντήκοντα μὲν τάλαντα ἐπέτειον πρόσοδον κομισάμενον, δωρεὰν δʼ εἰληφότα ὁδοῦ τῆς εἰς Ῥώμην τριακοσίων ταλάντων ἀριθμόν. 17.97ἐπεκάλει δὲ καὶ τῶν ἀδελφῶν εἰ μὲν πονηρῶν γεγονότων κατηγορίαν προθεμένῳ μιμητῇ γεγονότι, διακενῆς δὲ τοιῶνδε ἐπαγωγὰς ἐπάγοντι αὐτῇ τῶν συγγενῶν· 17.98τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπʼ αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον. 17.99

Ταῦθʼ ἅμα λέγων εἰς δάκρυα τρέπεται λέγειν τε ἄπορος ἦν. καὶ Νικόλαος Δαμασκηνός, φίλος τε ὢν τοῦ βασιλέως καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ καὶ τοῖς πράγμασιν ὃν πραχθεῖεν τρόπον παρατετευχώς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχόμενα ἦν. 17.100καὶ τοῦ Ἀντιπάτρου κατὰ δικαιολογίαν πρὸς τὸν πατέρα τετραμμένου καὶ ὁπόσα παραδείγματα τῆς εὐνοίας πρὸς αὐτὸν διεξιόντος, τὰς τιμὰς αἳ ὑπῆρχον αὐτῷ προφερόμενος, ἃς μὴ ἄν ποτε γενέσθαι μὴ οὐκ ἀρετῆς ἀξίῳ περὶ αὐτὸν γεγονότι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.94 Joseph. AJ 17.98 (English) >>Joseph. AJ 17.102

Powered by PhiloLogic